π Βασίλειος Ι. Δημητρόπουλος
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς....
«Ἠξιώθη πλείονος τῆς παρά Θεοῦ ῥοπῆς καί γάρ
ὑποκείμενος ταῖς ἀνάγκαις τοῦ σώματος ἀκεραίαν
τῆς ψυχῆς τήν εὐγένειαν διετήρησεν»
(Ιω. Χρυσοστ.).
«...ἦν ὑψηλὸς μὲν τοῖς ἔργοις, ταπεινὸς
δὲ τῷ φρονήματι.» (Αγ. Γρηγορίου του Θεολόγου)
«Εκοπίασεν εις τον αιώνα και ζήσεται εις
τέλος, ουκ ὄψεται καταφθοράν».
« Ως τω Κυρίω έδοξεν, ούτω και εγένετο. Είη το όνομα του Κυρίου ευλογημένον εις τους αιώνας.(Ιώβ 1,21)»
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὴν ψυχὴν τοῦ δούλου σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Ζωῆς ὁ κυριεύων καὶ τοῦ θανάτου, ἐν ταῖς αὐλαῖς Ἁγίων ἀνάπαυσον, ὃν προσελάβου ἐκ τῶν προσκαίρων, βοῶντα· Μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι σοῦ μόνον τὸ ζῆν ἀθάνατον, καὶ ἡ δόξα ἀκατάληπτος, καὶ τὸ ἔλεος ἀμέτρητον, καὶ ἡ φιλανθρωπία ἄφατος, καὶ ἡ βασιλεία ἀδιάδοχος, καὶ οὐκ ἔστι προσωποληψία παρὰ σοί, Κύριε· πᾶσι γὰρ ἀνθρώποις τὸ κοινὸν τοῦ βίου ἔταξας χρέος, τοῦ ὅρου πληρωθέντος. Διό σε ἱκετεύομεν, Κύριε ὁ Θεὸς ἡμῶν· Τὸν δοῦλόν σου Βασίλειον ἱερέα, ἀδελφὸν καὶ συλλειτουργὸν ἡμῶν γενόμενον, τὸν ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κοιμηθέντα, ἐν κόλποις Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἀνάπαυσον· καὶ ὥσπερ ἐπὶ τῆς γῆς ἐν τῇ Ἐκκλησίᾳ σου λειτουργὸν αὐτὸν κατέστησας, οὕτω καὶ ἐν τῷ οὐρανίῳ σου θυσιαστηρίῳ ἀνάδειξον, Κύριε· ἐπὶ ἀνθρώπων πνευματικῇ ἀξίᾳ κατακοσμήσας, ἐπὶ Ἀγγέλων τῇ σῇ δόξῃ ἀκατάκριτον πρόσδεξαι· αὐτὸς ἐπὶ τῆς γῆς τὴν ζωὴν αὐτοῦ ἐδόξασας, αὐτὸς δὲ καὶ τὴν ἔξοδον τοῦ βίου αὐτοῦ ἐν τῇ εἰσόδῳ τῶν Ἁγίων σου ποίησον, καὶ τὸ πνεῦμα αὐτοῦ μετὰ πάντων τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων συναρίθμησον. Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου Βασιλείου Ιερέως, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
“καί ώσπερ επί της γης εν τη Εκκλησία σου λειτουργόν αυτόν κατέστησας, ούτω και εν τω ουρανίω σου θυσιαστηρίω ανάδειξον, Κύριε”.
Информация по комментариям в разработке