Χαίρε Μαχαιριώτισσα - Ψαλμοτράγουδο (ή ψαλτοτράγουδο) Παναγίας Μαχαιριώτισσας (με στίχους)
© 2020 Ιερά Μονή Μαχαιρά
Μπορείτε να μοιραστείτε ή να κοινοποιήσετε αυτό το βίντεο από τον εξής σύνδεσμο: • Χαίρε Μαχαιριώτισσα - Ψαλμοτράγουδο Π...
Κάνετε εγγραφή στο κανάλι και πατήστε το καμπανάκι για να ειδοποιήστε αυτόματα για τις νέες αναρτήσεις, εδώ: / @ieramonimachaira
http://itunes.apple.com/album/id15258...
http://itunes.apple.com/album/id/1525...
https://open.spotify.com/album/32ZXIq...
spotify:album:32ZXIqhiDEam6QMFteNrlg
Ὕμνος πρὸς τὴν Παναγίαν τὴν Μαχαιριώτισσαν
Παναγία Θεοτόκε, δέησιν προσάγω σοι,
Μαχαιράδος σὺ προστάτις, ἄκουσον τὴν κάκωσιν·
σῷζε, σῷζε ἐκ κινδύνων, καὶ παντοίων πειρασμῶν·
ἆρον, ἆρόν μου τὰς θλίψεις, ἀλγηδόνων καὶ κακῶν.
(Ἐπῳδὸς)
Χαῖρε, χαῖρε μοναζόντων σκέπη καὶ Βασίλισσα,
Χαῖρε, χαῖρε σὺ Παρθένε, χαῖρε Μαχαιριώτισσα.
Ἐν σπηλαίῳ ὡς εὑρέθης, θεῖον φῶς ἐξέπεμψας,
καὶ τεχθεῖσα ἐκ τῆς βάτου, θεῖον μύρον ἔβλυσας.
Παῦσον, παῦσόν μου τοὺς θρήνους, καὶ καρδίας στεναγμόν·
δός μοι, δός μοι σὺ Μητέρα, μετανοίας τὸν καιρόν.
(Ἐπῳδὸς)
Χαῖρε, χαῖρε μοναζόντων σκέπη καὶ Βασίλισσα,
Χαῖρε, χαῖρε σὺ Παρθένε, χαῖρε Μαχαιριώτισσα.
Ἱστορήθη ἡ μορφή σου, θαῦμα ἀληθέστατον,
καὶ εἰκόνος σου ἡ Χάρις, κρίνον εὐωδέστατον.
Μεῖνον, μεῖνον ἐν τῇ μάνδρᾳ, μέχρι τέλους τῶν καιρῶν·
δέξαι δέησιν καρδίας, τῶν ἐνθάδε μοναχῶν.
(Ἐπῳδὸς)
Χαῖρε, χαῖρε μοναζόντων σκέπη καὶ Βασίλισσα,
Χαῖρε, χαῖρε σὺ Παρθένε, χαῖρε Μαχαιριώτισσα.
Τῷ Υἱῷ σου τὰς δεήσεις, ἀναπέμπεις Πάναγνε,
καὶ προστάτις ἐν τῇ Μάνδρᾳ, σὺ ὑπάρχεις Ἄχραντε.
Ῥῦσαί με ἐκ τῶν δαιμόνων, λογισμῶν τὴν προσβολήν,
Ἵνα λέγω εἰς αἰῶνας τῶν Πατέρων τὴν εὐχήν.
(Ἐπῳδὸς)
Χαῖρε, χαῖρε μοναζόντων σκέπη καὶ Βασίλισσα,
Χαῖρε, χαῖρε σὺ Παρθένε, χαῖρε Μαχαιριώτισσα.
Χαῖρε, χαῖρε μοναζόντων σκέπη καὶ Βασίλισσα,
Χαῖρε, χαῖρε σὺ Παρθένε, χαῖρε Μαχαιριώτισσα.
Информация по комментариям в разработке