44. 2024 8 Φεβ. Αγ.Αναφορά & ερμηνευτικές αβλεψίες- Α.Α.Π Ιω.Χρ.τ.21. ΑΝΑΛΥΣΗ Θ.ΛΕΙΤΟΥΡΓΙΑΣ π.Νικηφ.

Описание к видео 44. 2024 8 Φεβ. Αγ.Αναφορά & ερμηνευτικές αβλεψίες- Α.Α.Π Ιω.Χρ.τ.21. ΑΝΑΛΥΣΗ Θ.ΛΕΙΤΟΥΡΓΙΑΣ π.Νικηφ.

ΙΕΡΟΣ ΝΑΟΣ ΜΕΓ. ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΛΑΡΙΣΗΣ.
ΕΣΠΕΡΙΝΕΣ ΟΜΙΛΙΕΣ "ΑΝΑΛΥΣΗ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ"
2024 8 Φεβ. Η Αγ. Αναφορά & οι ερμηνευτικές αβλεψίες - π.Νικηφόρος

ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ https://online.anyflip.com/qjml/hmui/...
ΕΙΣ ΤΗΝ ΠΡΟΔΟΣΙΑΝ ΤΟΥ ΙΟΥΔΑ Α΄ ΚΑΙ ΕΙΣ ΤΟ ΠΑΣΧΑ ΚΑΙ ΕΙΣ ΤΗΝ ΠΑΡΑΔΟΣΙΝ ΤΩΝ ΜΥΣΤΗΡΙΩΝ ΚΑΙ ΕΙΣ ΤΟ ΟΤΙ ΔΕΝ ΠΡΕΠΕΙ ΝΑ ΕΙΜΕΘΑ ΜΝΗΣΙΚΑΚΟΙ ΕΞΕΦΩΝΗΘΗ ΚΑΤΑ ΤΗΝ ΑΓΙΑΝ ΚΑΙ ΜΕΓΑΛΗΝ ΠΕΜΠΤΗΝ. (ΒΙΒΛΙΟΘΗΚΗ ΤΩΝ ΕΛΛΗΝΝΩΝ- ΑΠΑΝΤΑ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ- ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΡΓΑ - ΕΛΛΗΝΙΚΟΣ ΕΚΔΟΤΙΚΟΣ ΟΡΓΑΝΙΣΜΟΣ ΑΠΑΝΤΑ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΟΜΟΣ 21 ΜΕΡΟΣ Α ΟΜΙΛΙΑΙ ΕΠΙ ΤΩΝ ΓΕΓΟΝΟΤΩΝ ΤΗΣ ΘΕΙΑΣ ΟΙΚΟΝΟΜΙΑΣ 384 Α-Ε και στη μτφρ.σελ.76 κ.εξ.)
….ταῦτα λέγοντος. Τοῦτό ἐστι τὸ σῶμα, ὁ ἐπώλησας, Ἰούδα, τριάκοντα ἀργυρίων· τοῦτό ἐστι τὸ αἷμα, Ε ὑπὲρ οὗ πρὸ μικροῦ τὰ ἀναιδῆ σύμφωνα ἐποίου πρὸς τοὺς ἀγνώμονας Φαρισαίους. Ὦ τῆς τοῦ Χριστοῦ φιλανθρωπίας, ὦ τῆς τοῦ Ἰούδα παραπληξίας, ὦ τῆς μανίας· ὁ μὲν γὰρ ἐπώλησεν αὐτὸν τριάκοντα δηνα- ρίων· ὁ Χριστὸς δὲ καὶ μετὰ τοῦτο οὐ παρητήσατο αὐτὸ τὸ αἷμα τὸ πραθὲν δοῦναι εἰς ἄφεσιν ἁμαρτιῶν τῷ πεπρακότι, εἴγε ἠθέλησε. Καὶ παρῆν Ἰούδας, καὶ μετεῖχε τῆς ἱερᾶς τραπέζης. Ωσπερ γὰρ τοὺς πόδας αὐτοῦ μετὰ τῶν ἄλλων ἔνιψε μαθητῶν, οὕτω καὶ τῆς ἱερᾶς μετέσχε τραπέζης, ἵνα μηδεμίαν ἀπολογίας ἔχῃ πρόφασιν, ἐὰν ἐπιμείνῃ τῇ πονηρία. Πάντα γὰρ τὰ Α παρ᾽ ἑαυτοῦ ἐπεδείξατο, καὶ εἰσήνεγκεν· ὁ δὲ ἔμεινε τὴν πονηρὰν διατηρῶν γνώμην.
Ἀλλὰ καιρὸς λοιπὸν τῇ φρικτῇ ταύτῃ προσελθεῖν τραπέζῃ. Πάντες τοίνυν προσέλθωμεν μετὰ τῆς προσηκούσης σωφροσύνης καὶ νήψεως· καὶ μηδεὶς ἔστω Ἰούδας ἔτι, μηδεὶς ἔστω πονηρὸς, μηδεὶς ἔχων ἰόν· μὴ ἄλλα μὲν ἐπὶ τοῦ στόματος φέρων, ἄλλα δὲ ἐπὶ τῆς διανοίας. Πάρεστιν ὁ Χριστὸς, καὶ νῦν ἐκεῖνος ὁ τὴν τράπεζαν διακοσμήσας ἐκείνην, οὗτος καὶ ταύτην διακοσμεῖ νῦν. Οὐδὲ γὰρ ἄνθρωπός ἐστιν ὁ ποιῶν τὰ Β προκείμενα γενέσθαι σῶμα καὶ αἷμα Χριστοῦ, ἀλλ' αὐτὸς ὁ σταυρωθεὶς ὑπὲρ ἡμῶν Χριστός. Σχῆμα πληρῶν ἔστηκεν ὁ ἱερεὺς, τὰ ῥήματα φθεγγόμενος ἐκεῖνα· ἡ δὲ δύναμις καὶ ἡ χάρις τοῦ Θεοῦ ἐστι. Τοῦτό μού ἐστι τὸ σῶμα, φησί. Τοῦτο τὸ ῥῆμα μεταβῥυθμίζει τὰ προκείμενα· καὶ καθάπερ ἡ φωνὴ ἐκείνη ἡ λέγουσα· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, ἐῤῥέθη μὲν ἅπαξ, διὰ παντὸς δὲ τοῦ χρόνου γίνεται ἔργῳ.....

Комментарии

Информация по комментариям в разработке