Ορφικός Ύμνος Νεμέσεως

Описание к видео Ορφικός Ύμνος Νεμέσεως

Περισσότερες πληροφορίες https://www.georgecharalampidis.gr/

ΞΑ΄ Ὀρφικός Ὕμνος ΝΕΜΕΣΕΩΣ

Ὦ Νέμεσι, κλῄζω σε, Θεὰ βασίλεια μεγίστη,

πανδερκής, ἐσορῶσα βίον θνητῶν πολυφύλων·

ἀϊδίη, πολύσεμνε, μόνη χαίρουσα δικαίοις,

ἀλλάσσουσα λόγον πολυποίκιλον, ἄστατον αἰεί,

5 ἣν πάντες δεδίασι βροτοὶ ζυγὸν αὐχένι θέντες·

σοὶ γὰρ ἀεὶ γνώμη πάντων μέλει, οὐδέ σε λήθει

ψυχή ὑπερφρονέουσα λόγων ἀδιακρίτῳ ὁρμῇ.

Πάντ’ ἐσορᾷς καὶ πάντ’ ἐπακούεις, πάντα βραβεύεις

ἐν σοί δ’ εἰσί δίκαι θνητῶν, πανυπέρτατε δαῖμον.

10 Ἐλθέ, μάκαιρ’, ἁγνή, μύσταις ἐπιτάρροθος αἰεί

δὸς δ’ ἀγαθὴν διάνοιαν ἔχειν, παύουσα πανεχθεῖς

γνώμας οὐχ ὁσίας, πανυπέρφρονας, ἀλλοπροσάλλας.

Комментарии

Информация по комментариям в разработке